The Book of Bel and the Dragon [in Daniel] 1

LXX · Sammenlign · Lyd

1κ προφητείας Ἁμβακοὺμ υἱοῦ Ἰησοῦ, ἐκ τῆς φυλῆς Λευί. 2Ἄνθρωπός τις ἦν ἱερεύς, ᾧ ὄνομα Δανιήλ, υἱὸς Ἁβάλ, συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος. 3καὶ ἦν εἴδωλον, Βήλ, ὃ ἐσέβοντο οἱ Βαβυλώνιοι· ἀνηλίσκετο δὲ αὐτῷ καθ᾽ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ. 4καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτόν, καὶ ἐπορεύετο ὁ βασιλεὺς καθ᾽ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ, Δανιὴλ δὲ προσηύχετο πρὸς Κύριον· καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ Διὰ τί οὐ προσκυνεῖς τῷ Βήλ; 5καὶ εἶπε Δανιὴλ πρὸς τὸν βασιλέα Οὐδένα σέβομαι ἐγὼ εἰ μὴ Κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν. 6εἶπεν δὲ ὁ βασιλεὺς αὐτῷ Οὗτος οὖν οὐκ ἔστι θεός; οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθ᾽ ἑκάστην ἡμέραν; 7καὶ εἶπεν αὐτῷ Δανιήλ Μηδαμῶς, μηδείς σε παραλογιζέσθω· οὗτος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν, ἔξωθεν δὲ χαλκοῦς· ὀμνύω δέ σοι Κύριον τὸν θεὸν τῶν θεῶν, ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος. 8καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς Παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βήλ· εἰ δὲ μή γε, ἀποθανεῖσθε, 9ἢ Δανιὴλ ὁ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ᾽ αὐτοῦ. οἱ δὲ εἶπαν Αὐτὸς ὁ Βήλ ἐστιν ὁ κατεσθίων αὐτά· εἶπε δὲ Δανιὴλ πρὸς τὸν βασιλέα Γινέσθω οὕτως· ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν ὁ Βὴλ ὁ κατεσθίων ταῦτα, ἀποθανοῦμαι καὶ πάντες οἱ παρ᾽ ἐμοῦ. 10ἦσαν δὲ τῷ Βὴλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων. ἤγαγον δὲ τὸν βασιλέα εἰς τὸ εἰδώλιον· 11καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιήλ, καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βήλ. καὶ εἶπεν Δανιήλ Σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα, βασιλεῦ· σὺ οὖν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ, ἐπὰν κλεισθῇ. ἤρεσεν δὲ ὁ λόγος τῷ βασιλεῖ. 14ὁ δὲ Δανιὴλ ἐκέλευσε τοὺς παρ᾽ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ, οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος. καὶ τότε σφραγισάμενος τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων· καὶ ἐγένετο οὕτως. 15καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον· οἱ δὲ ἱερεῖς τοῦ Βὴλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βὴλ καὶ ἐξέπιον τὸν οἶνον. καὶ εἶπεν Δανιήλ Ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν, ἄνδρες ἱερεῖς· καὶ σὺ δέ, βασιλεῦ, σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται. καὶ εὗρον ὡς ἦν ἡ σφραγίς, καὶ ἀπέβαλον τὴν σφραγῖδα. 18καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα, καὶ τὰς τραπέζας κενάς· καὶ ἐχάρη ὁ βασιλεύς, καὶ εἶπεν πρὸς τὸν Δανιήλ Μέγας ἐστὶν ὁ Βήλ, καὶ οὐκ ἔστι παρ᾽ αὐτῷ δόλος. 19καὶ ἐγέλασε Δανιὴλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ Δεῦρο ἴδε τὸν δόλον τῶν ἱερέων. καὶ εἶπεν Δανιήλ Βασιλεῦ, ταῦτα τὰ ἴχνη τίνος ἐστί; 20καὶ εἶπεν ὁ βασιλεύς Ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων. 21καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ᾧ ἦσαν οἱ ἱερεῖς καταγινόμενοι, καὶ εὗρε τὰ βρώματα τοῦ Βὴλ καὶ τὸν οἶνον· καὶ ἐπέδειξε Δανιὴλ τῷ βασιλεῖ τὰ ψευδοθύρια, δι᾽ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βήλ. 22καὶ ἐξήγαγεν αὐτοὺς ὁ βασιλεὺς ἐκ τοῦ Βηλίου, καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιήλ· καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιήλ, τὸν δὲ Βὴλ κατέστρεψε. 23Καὶ ἦν δράκων ἐν τῷ αὐτῷ τόπῳ, καὶ ἐσέβοντο οἱ Βαβυλώνιοι. 24καὶ εἷπεν ὁ βασιλεὺς τῷ Δανιήλ Μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει, προσκύνησον αὐτῷ. 26καὶ εἶπεν Δανιήλ Βασιλεῦ, δός μοι τὴν ἐξουσίαν, καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου. καὶ συνεχώρησεν αὐτῷ ὁ βασιλεὺς καὶ εἶπεν αὐτῷ Δέδοταί σοι. 27καὶ λαβὼν ὁ Δανιὴλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζαν, καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος· καὶ φαγὼν διερράγη. καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων Οὐ ταῦτα σέβεσθε, βασιλεῦ; 28καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιὴλ καὶ εἶπαν Ἰουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βὴλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε. 30καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τῆς χώρας ἐπ᾽ αὐτόν, ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν Δίδωμι τὸν Δανιὴλ εἰς ἀπώλειαν. 31ἦν δὲ λάκκος ἐν ᾧ ἐτρέφοντο λέοντες ἑπτά, οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως, καὶ ἐχορηγεῖτο αὐτοῖς καθ᾽ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο. καὶ ἐνεβάλοσαν τὸν Δανιὴλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον, ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ. καὶ ἦν ἐν τῷ λάκκῳ Δανιὴλ ἡμέρας ἕξ. 33καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Ἁμβακοὺμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου, καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς. 34καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς Ἁμβακοὺμ λέγων Τάδε λέγει σοι Κύριος ὁ θεός Τὸ ἄριστον ὃ ἔχεις ἀπένεγκε Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι. 35καὶ εἶπεν Ἁμβακούμ Κύριε ὁ θεός, οὐχ ἑώρακα τὴν Βαβυλῶνα, καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι. 36καὶ ἐπιλαβόμενος αὐτοῦ ὁ ἄγγελος Κυρίου τοῦ Ἁμβακοὺμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι. 37καὶ εἶπεν Ἁμβακοὺμ πρὸς Δανιήλ Ἀναστὰς φάγε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι Κύριος ὁ θεός. 38καὶ εἶπεν Δανιήλ Ἐμνήσθη γάρ μου Κύριος ὁ θεὸς ὁ μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόν. 39καὶ ἔφαγε Δανιήλ· ὁ δὲ ἄγγελος Κυρίου κατέστησε τὸν Ἁμβακοὺμ ὅθεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ. ὁ δὲ κύριος ὁ θεὸς ἐμνήσθη τοῦ Δανιήλ. 40ἐξῆλθε δὲ ὁ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιήλ, καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον. 41καὶ ἀναβοήσας εἶπεν ὁ βασιλεύς Μέγας ἐστὶ Κύριος ὁ θεός, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλος. 42καὶ ἐξήγαγεν ὁ βασιλεὺς τὸν Δανιὴλ ἐκ τοῦ λάκκου, καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιήλ, καὶ κατεβρώθησαν.

Bel · 1

Daglig grænse nået

Opgrader din plan for at fortsætte med at bruge AI-funktioner med højere daglige grænser.

Sammenlign alle planer →